Κυριακή 20 Οκτωβρίου 2013

Τί σημαίνει ἡ τών ἀγγέλων ἐπωνυμία

Τί σημαίνει ἡ τών ἀγγέλων ἐπωνυμία

     


ΚΕΦΑΛΑΙΟΝ Δ΄
Τί σημαίνει ἡ τῶν ἀγγέλων ἐπωνυμία

1. Τῆς τοίνυν ἱεραρχίας αὐτῆς ὅ τι ποτέ ἐστιν, ὡς οἶμαι, καλῶς ἡμἶν ὁρισθείσης, τὴν ἀγγελικὴν ἱεραρχίαν ἑξῆς ὑμνητέον καὶ τὰς ἱερὰς αὐτῆς ἐν τοῖς Λογίοις μορφοποιίας ὑπερκοσμίοις ὀφθαλμοῖς ἐποπτευτέον, ὅπως ἀναχθῶμεν ἐπὶ τὴν θεοειδεστάτην αὐτῶν ἁπλότητα διὰ τῶν μυστικῶν ἀναπλάσεων, καὶ τὴν ἁπάσης ἱεραρχικῆς ἐπιστήμης ἀρχὴν ὑμνήσωμεν ἐν θεοπρεπεῖ σεβασμιότητι καὶ τελεταρχικαῖς εὐχαριστίαις.
Πρῶτον δ' ἁπάντων ἐκεῖνο εἰπεῖν ἀληθές, ὡς ἀγαθότητι πάσας ἡ ὑπερούσιος θεαρχία τὰς τῶν ὄντων οὐσίας ὑποστήσασα πρὸς τὸ εἶναι παρήγαγεν. Ἔστι γὰρ τοῦτο τῆς πάντων αἰτίας καὶ ὑπὲρ πάντα ἀγαθότητος ἴδιον τὸ πρὸς κοινωνίαν ἑαυτῆς τὰ ὄντα καλεῖν, ὡς ἑκάστῳ τῶν ὄντων ὥρισται πρὸς τῆς οἰκείας ἀναλογίας. Πάντα μὲν οὖν τὰ ὄντα μετέχει προνοίας ἐκ τῆς ὑπερουσίου καὶ παναιτίου θεότητος ἐκβλυζομένης· οὐ γὰρ ἂν ἦν, εἰ μὴ τῆς τῶν ὄντων οὐσίας καὶ ἀρχῆς μετειλήφει. Τὰ μὲν οὖν ἄζωα πάντα τῷ εἶναι αὐτῆς μετέχει (τὸ γὰρ εἶναι πάντων ἐστὶν ἡ ὑπὲρ τὸ εἶναι θεότης), τὰ δὲ ζῶντα τῆς αὐτῆς ὑπὲρ πᾶσαν ζωὴν ζωοποιοῦ δυνάμεως, τὰ δὲ λογικὰ καὶ νοερὰ τῆς αὐτῆς ὑπὲρ πάντα καὶ λόγον καὶ νοῦν αὐτοτελοῦς καὶ προτελείου σοφίας. Δῆλον δὲ, ὅτι περὶ αὐτὴν ἐκεῖναι τῶν οὐσιῶν εἰσιν ὅσαι πολλαχῶς αὐτῆς μετειλήφασιν.

2. Αἱ γοῦν ἅγιαι τῶν οὐρανίων οὐσιῶν διακοσμήσεις ὑπὲρ τὰ μονον ὄντα καὶ ἀλόγως ζῶντα καὶ τὰ καθ' ἡμᾶς λογικὰ τῆς θεαρχικῆς μεταδόσεως ἐν μετουσίᾳ γεγόνασι. Νοητῶς γὰρ ἐπὶ τὸ θεομίμητον ἑαυτὰς ἀποτυποῦσαι καὶ πρὸς τὴν θεαρχικὴν ἐμφέρειαν ὑπερ κοσμίως ὁρῶσαι καὶ μορφοῦν ἐφιέμεναι τὸ νοερὸν αὐτῶν εἶδος, ἀφθονωτέρας εἰκότως ἔχουσι τὰς πρὸς αὐτὴν κοινωνίας, προσεχεῖς μὲν οὖσαι καὶ ἀεὶ πρὸς τὸ ἄναντες ὡς θεμιτὸν ἐν συντονίᾳ τοῦ θείου καὶ ἀκλινοῦς ἔρωτος ἀνατεινόμεναι, καὶ τὰς ἀρχικὰς ἐλλάμψεις ἀϋλως καὶ ἀμιγῶς εἰσδεχόμεναι, καὶ πρὸς αὐτὰς ταττόμεναι, καὶ νοερὰν ἔχουσαι τὴν πᾶσαν ζωήν. Αὗται γοῦν εἰσιν αἱ πρώτως καὶ πολλαχῶς ἐν μετουσίᾳ τοῦ θείου γινόμεναι καὶ πρώτως καὶ πολλαχῶς ἐκφαντορικαὶ τῆς θεαρχικῆς κρυφιότητος, διὸ καὶ παρὰ πάντα τῆς ἀγγελικῆς ἐπωνυμίας ἐκκρίτως ἠξίωνται διὰ τὸ πρώτως εἰς αὐτὰς ἐγγίνεσθαι τὴν θεαρχικὴν ἔλλαμψιν καὶ δι' αὐτῶν εἰς ἡμᾶς διαπορθμεύεσθαι τὰς ὑπὲρ ἡμᾶς ἐκφαντορίας.
Οὕτω γοῦν ὁ νόμος, ὡς ἡ θεολογία φησί, δι' ἀγγέλων ἡμῖν ἐδωρήθη, καἵ τοὺς κλεινοὺς γὲ πρὸ νόμου καὶ μετὰ νόμον ἡμῶν πατέρας ἄγγελοι πρὸς τὸ θεῖον ἀνῆγον, ἢ τὸ πρακτέον εἰσηγούμενοι καὶ πρὸς εὐθεῖαν ὀιληθείας ὁδὸν ἐκ πλάνης καὶ ζωῆς ἀνιέρου μετάγοντες, ἢ τάξεις ἱερὰς ἢ μυστηρίων ὑπερκοσμίων κρυφίας ὁράσεις ἢ θείας τινὰς προαναῤῥήσεις ὑποφητικῶς ἀναφαίνοντες.
3. Εἰ δέ τις φαίη καὶ αὐτόθεν ἀμέσως ἐγγενέσθαι τισὶ τῶν ἁγίων θεοφανείας, μανθανέτω καὶ τοῦτο σαφῶς ἐκ τῶν ἱερωτάτων Λογίων, ὡς αὐτὸ μὲν ὅ τί ποτέ ἐστι τὸ τοῦ Θεοῦ κρύφιον «οὐδεὶς ἑώρακεν» οὐδὲ ὄψεται, θεοφάνειοιι δὲ τοῖς ὁσίοις γεγόνασι κατὰ τὰς πρεπούσας Θεῷ διὰ δή τινων ἱερῶν καὶ τοῖς ὁρῶσιν ἀναλόγων ὁράσεων ἐκφαντορίας. Ἡ πάνσοφος δὲ θεολογία τὴν ὅρασιν ἐκείνην, ἥτις ἐν ἑαυτῆ διαγεγραμμένην ἀνέφαινε τὴν θείαν ὡς ἐν μορφώσει τῶν ἀμορφώτων ὁμοίωσιν, ἐκ τῆς τῶν ὁρώντων ἐπὶ τὸ θεῖον ἀναγωγῆς εἰκότως καλεῖ θεοφάνειαν, ὡς δι' αὐτῆς τοῖς ὁρῶσι θείας ἐγγινομένης ἐλλάμψεως καί τι τῶν θείων αὐτῶν ἱερῶς μυουμένων. Ταύτας δὲ τὰς θείας ὁράσεις οἱ κλεινοὶ πατέρες ἡμῶν ἐμυοῦντο διὰ μέσων τῶυ οὐρανίων δυνάμεων. Ἢ οὐχὶ καὶ τὴν ἱερὰν τοῦ νόμου θεσμοθεσίαν ἡ τῶν Λογίων παράδοσις ὡς αὐτόθεν μέν φησιν ἐκ Θεοῦ τῷ Μωϋσῇ δεδωρημένην, ὅπως ἂν ἡμᾶς ἀληθως μυήσῃ τὸ θείας αὐτὴν εἶ,ναι καὶ ἱερᾶς ὑποτύπωσιν; διδάσκει δὲ καὶ τοῦτο σαφῶς ἡ θεολογία τὸ δι' ἀγγέλων αὐτὴν εἰς ἡμᾶς προελθεῖν, ὡς τῆς θεονομικῆς τάξεως ἐκεῖνο θεσμοθετούσης τὸ διὰ τῶν πρώτων τὰ δεύτερα πρὸς τὸ θεῖον ἀνάγεσθαι; Καὶ γὰρ οὐ μόνον ἐπὶ τῶν ὑπερκειμένων τε καὶ ὑφειμένων νοῶν, ἀλλὰ κἀν τοῖς ὁμοταγέσιν οὖτος ὁ θεσμὸς ὥρισται παρὰ τῆς πάντων ὑπερουσίου ταξιαρχίας τὸ καθ' ἑκάστην ἱεραρχίαν πρώτας καὶ μέσας καὶ τελευταίας εἶναι τάξεις τε καὶ δυνάμεις καὶ τῶν ἡττόνων εἶναι τοὺς θειοτέρους μύστας καὶ χειραγωγοὺς ἐπὶ τὴν θείαν προσαγωγὴν καὶ ἔλλαμψιν καὶ κοινωνίαν.
4. Ὁρῶ δε, ὅτι καὶ τὸ θεῖον τῆς Ἰησοῦ φιλανθρωπίας μυστήριον ἄγγελοι πρῶτον ἐμυήθησαν, εἶτα δι' αὐτῶν εἰς ἡμᾶς ἡ τῆς γνώσεως χάρις διέβαινεν. Οὕτω γοῦν ὁ θειότατος Γαβριὴλ Ζαχαρίαν μὲν τὸν ἱεράρχην ἐμυσταγώγει τὸ προφήτην ἔσεσθαι τὸν ἐξ αὐτοῦ παρ᾽ ἐλπίδα χάριτι θείᾳ γενησόμενον παῖδοι τῆς ἀγαθοπρεπῶς καὶ σωτηρίως τῷ κόσμῳ ἐπιφανησομένης ἀνδρικῆς τοῦ Ἰησοῦ θεουργίας, τὴν δὲ Μαριὰμ ὅπως ἐν αὐτῇ γενήσεται τὸ θεαρχικὸν τῆς ἀφθέγκτου θεοπλαστίας μυστήριον. Ἕτερος δὲ τῶν ἀγγέλων τὸν Ἰωσὴφ ἐξεπαίδευεν ὅπως ἀληθῶς ἐκπεπλήρωται τὰ θειωδῶς ἐπηγγελμένα τῷ προγόνῳ Δαυίδ, ἄλλος δὲ τοὺς ποιμένας ὡς τῆ τῶν πολλῶν ἀναχωρήσει καὶ ἡσυχίᾳ κεκαθαρμένους εὐηγγελίζετο, καὶ σὺν αύτῷ Πλῆθος στρατιᾶς οὐρανίου τὴν πολυύμνητον ἐκείνην παρεδίδου τοῖς ἐπὶ γῆς δοξολογίαν.
Ἀνανεύσω δὲ καὶ πρὸς τὰς ὑπερτάτας τῶν Λογίων φωτοφανείας. Ὁρῶ γὰρ ὅτι καὶ αὐτὸς Ἰησοῦς ἡ τῶν ὑπερουρανίων οὐσιῶν ὑπερούσιος αἰτία πρὸς τὸ καθ' ἡμᾶς ἀμεταβόλως ἐληλυθὼς οὐκ ἀποπηδᾷ τῆς ὑπ' αὐτοῦ ταχθείσης τε καὶ αἱρεθείσης ἀνθρωποπρεποῦς εὐταξίας, ἀλλ' εὐπειθῶς ὑποτάττεται ταῖς τοῦ Πατρὸς καὶ Θεοῦ δι' ἀγγέλων διατυπώσεσι, καὶ διὰ μέσων αὐτῶν ἀγγέλλεται τῷ Ἰωσὴφ ἡ πρὸς, τοῦ Πατρὸς οἰκονομηθεῖσα τοῦ Υἱοῦ πρὸς Αἴγυπτον ἀναχώρησις καὶ αὖθις ἡ πρὸς τὴν Ἰουδαίαν ἐξ Αἰγύπτου μετα γωγή, καὶ δι' ἀγγέλων αὐτὸν ὁρῶμεν ὑπὸ ταῖς πατρικαῖς θεσμοθεσίαις ταττόμενον. ᾽Εῶ γὰρ εἰπεῖν ὡς εἰδότι τὰ ταῖς ἱερατικαῖς ἡμῶν παραδόσεσιν ἐκπεφασμένα καὶ περὶ τοῦ ἀγγέλου τοῦ τὸν Ἰησοῦν ἐνισχύσαντος, ἢ ὅτι καὶ αὐτὸς Ἰησοῦς κατὰ τὴν ἡμῶν σωστικὴν ἀγαθουργίαν εἰς ἐκφαντορικὴν ἐληλυθὼς τάξιν «Ἄγγελος μεγάλης βουλῆς» ἀνηγόρευται. Καὶ γὰρ ὡς αὐτὸς ἀγγελοπρεπῶς φησιν, ὅσα ἤκουσε παρὰ τοῦ Πατρὸς, ἀνήγγειλεν ἡμῖν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου